Παρασκευή, 1 Απριλίου 2011

Ψαλμοί του προφήτου και Βασιλέως Δαυίδ 021 - 030


Ψαλμοί του προφήτου και Βασιλέως Δαυίδ
021 - 030

Ψαλμός ΚΑ΄. 21


Ο Θεός, ο Θεός μου, πρόσχες μοι· ίνα τί εγκατέλιπες με; μακρά από της σωτηρίας μου οι λόγοι των παραπτωμάτων μου. Ο Θεός μου, κεκράξομαι ημέρας και ούκ εισακούση· και νυκτός και ούκ εις άνοιαν εμοί. Συ δε εν αγίω κατοικείς, ο έπαινος του Ισραήλ. Επί σοι ήλπισαν οι πατέρες ημών, ήλπισαν και ερρύσω αυτούς. Προς σε εκέκραξαν και εσώθησαν, επί σοι ήλπισαν και ού κατησχύνθησαν. Εγώ δε είμι σκώληξ και ούκ άνθρωπος, όνειδος ανθρώπων και εξουθένημα λαού. Πάντες οι θεωρούντες με εξεμυκτήρισαν με, ελάλησαν εν χείλεσιν, εκίνησαν κεφαλήν. ΄Ηλπισεν επί Κύριον, ρυσάσθω αυτόν, σωσάτω αυτόν, ότι θέλει αυτόν. Ότι συ ει ο εκσπάσας με εκ γαστρός, η ελπίς μου από μαστών της μητρός μου· επί σε επερρίφην εκ μήτρας. Από γαστρός μητρός μου Θεός μου ει συ, μη αποστής απ΄ εμού. Ότι θλίψις εγγύς, ότι ούκ έστιν ο βοηθών μοι. Περιεκύκλωσαν με μόσχοι πολλοί, ταύροι πίονες περιέσχον με. ΄Ηνοιξαν επ΄ εμέ το στόμα αυτών, ως λέων αρπάζων και ωρυόμενος. Ωσεί ύδωρ εξεχύθην και διεσκορπίσθη πάντα τα οστά μου· εγενήθη η καρδία μου ωσεί κηρός τηκόμενος εν μέσω της κοιλίας μου. Εξηράνθη ως όστρακον η ισχύς μου και η γλώσσα μου κεκόλληται τω λάρυγγι μου και εις χούν θανάτου κατήγαγες με. Ότι εκύκλωσαν με κύνες πολλοί, συναγωγή πονηρευομένων περιέσχον με. ΄Ωρυξαν χείρας μου και πόδας μου· εξηρίθμησαν πάντα τα οστά μου· αυτοί δε κατενόησαν και επείδον με. Διεμερίσαντο τα ιμάτια μου εαυτοίς και επί τον ιματισμόν μου έβαλον κλήρον. Συ δε, Κύριε, μη μακρύνης την βοήθειαν σου απ΄ εμού, εις την αντίληψην μου πρόσχες. Ρύσαι από ρομφαίας την ψυχήν μου και εκ χειρός κυνός την μονογενή μου. Σώσον με εκ στόματος λεόντος και από κεράτων μονοκερώτων την ταπείνωσιν μου. Διηγήσομαι το όνομα σου τοις αδελφοίς μου, εν μέσω εκκλησίας υμνήσω σε. Οι φοβούμενοι τον Κύριον αινέσατε αυτόν, άπαν το σπέρμα Ιακώβ δοξάσατε αυτόν. Φοβηθήτω δη απ΄ αυτού άπαν το σπέρμα Ισραήλ. Ότι ούκ εξουδένωσεν, ουδέ προσώχθισε τη δεήσει του πτωχού, ουδέ απέστρεψε το πρόσωπον αυτού απ΄ εμού· και εν τω κεκραγέναι με προς αυτόν εισήκουσε με. Παρά σου ο έπαινος μου· εν εκκλησία μεγάλη εξομολογήσομαι σοι· τας ευχάς μου αποδώσω ενώπιον των φοβουμένων σε. Φάγονται πένητες και εμπλησθήσονται και αινέσουσι Κύριον οι εκζητούντες αυτόν· ζήσονται αι καρδίαι αυτών εις αιώνα αιώνος. Μνησθήσονται και επιστραφήσονται προς Κύριον πάντα τα πέρατα της γης και προσκυνήσουσιν ενώπιον αυτού πάσαι αι πατριαί των εθνών. Ότι του Κυρίου η βασιλεία και αυτός δεσπόζει των εθνών. ΄Εφαγον και προσεκύνησαν πάντες οι πίονες της γης· ενώπιον αυτού προπεσούνται πάντες οι καταβαίνοντες εις γην. Και η ψυχή μου αυτώ ζη και το σπέρμα μου δουλεύσει αυτώ. Αναγγελήσεται τω Κυρίω γενεά η ερχομένη και αναγγελούσι την δικαιοσύνην αυτού λαώ τω τεχθησομένω, όν εποίησεν ο Κύριος.


Ψαλμός ΚΒ΄. 22


Κύριος ποιμαίνει με και ουδέν με υστερήσει. Εις τόπον χλόης, εκεί με κατεσκήνωσεν, επί ύδατος αναπαύσεως εξέθρεψε με. Την ψυχήν μου επέστρεψεν, ωδήγησε με επί τρίβους δικαιοσύνης, ένεκεν του ονόματος αυτού. Εάν γαρ και πορευθώ εν μέσω σκιάς θανάτου, ου φοβηθήσομαι κακά, ότι συ μετ΄ εμού ει. Η ράβδος σου και η βακτηρία σου αύται με παρεκάλεσαν. Ητοίμασας ενώπιον μου τράπεζαν, εξεναντίας των θλιβόντων με. Ελίπανας εν ελαίω την κεφαλήν μου και το ποτήριον σου μεθύσκον με ωσεί κράτιστον. Και το έλεος σου καταδιώξει με πάσας τας ημέρας της ζωής μου και το κατοικείν με εν οίκω Κυρίου εις μακρότητα ημερών.

Ψαλμός ΚΓ΄. 23


Του Κυρίου η γη και το πλήρωμα αυτής, η οικουμένη και πάντες οι κατοικούντες εν αυτή. Αυτός επί θαλασσών εθεμελίωσεν αυτήν και επί ποταμών ητοίμασεν αυτήν. Τίς αναβήσεται εις το όρος του Κυρίου, ή τίς στήσεται εν τόπω αγίω αυτού; Αθώος χερσί και καθαρός τη καρδία, ός ούκ έλαβεν επί ματαίω την ψυχήν αυτού και ούκ ώμοσεν επί δόλω τω πλησίον αυτού. Ούτος λήψεται ευλογίαν παρά Κυρίου και ελεημοσύνην παρά Θεού σωτήρος αυτού. Αύτη η γενεά ζητούντων τον Κύριον, ζητούντων το πρόσωπον του Θεού Ιακώβ. 'Αρατε πύλας οι άρχοντες υμών· και επάρθητε πύλαι αιώνιοι και εισελεύσεται ο βασιλεύς της δόξης. Τίς έστιν ούτος ο βασιλεύς της δόξης; Κύριος κραταιός και δυνατός, Κύριος δυνατός εν πολέμω. 'Αρατε πύλας οι άρχοντες υμών· και επάρθητε πύλαι αιώνιοι και εισελεύσεται ο βασιλεύς της δόξης. Τίς έστιν ούτος ο βασιλεύς της δόξης; Κύριος των δυνάμεων αυτός έστιν ο βασιλεύς της δόξης.

Δόξα.... Και νυν.... Αλληλούϊα.

 

Ψαλμός ΚΔ΄. 24


Προς σε, Κύριε, ήρα την ψυχήν μου. Ο Θεός μου, επί σοι πέποιθα· μη καταισχυνθείην εις τον αιώνα, μηδέ καταγελασάτωσαν με οι εχθροί μου. Και γαρ πάντες οι υπομένοντες σε ου μη καταισχυνθώσιν. Αισχυνθήτωσαν οι ανομούντες διακενής.Τας οδούς σου, Κύριε, γνώρισον μοι και τας τρίβους σου δίδαξον με. Οδήγησον με επί την αλήθειαν σου και δίδαξον με, ότι συ εί ο Θεός ο σωτήρ μου· και σε υπέμεινα όλην την ημέραν. Μνήσθητι των οικτιρμών σου, Κύριε και τα ελέη σου, ότι από του αιώνος είσιν. Αμαρτίας νεότητος μου και αγνοίας μου μη μνησθής, κατά το έλεος σου μνήσθητι μου, συ, ένεκεν της χρηστότητος σου, Κύριε. Χρηστός και ευθύς ο Κύριος· δια τούτο νομοθετήσει αμαρτάνοντας εν οδώ. Οδηγήσει πραείς εν κρίσει, διδάξει πραείς οδούς αυτού. Πάσαι αι οδοί Κυρίου έλεος και αλήθεια, τοις εκζητούσι την διαθήκην αυτού και τα μαρτύρια αυτού. ΄Ενεκεν του ονόματος σου, Κύριε και ιλάσθητι τη αμαρτία μου· πολλή γαρ έστι. Τίς έστιν άνθρωπος ο φοβούμενος τον Κύριον; νομοθετήσει αυτώ εν οδώ, ή ηρετίσατο. Η ψυχή αυτού εν αγαθοίς αυλισθήσεται και το σπέρμα αυτού κληρονομήσει γην. Κραταίωμα Κύριος των φοβουμένων αυτόν και η διαθήκη αυτού δηλώσει αυτοίς. Οι οφθαλμοί μου δια παντός προς τον Κύριον, ότι αυτός εκσπάσει εκ παγίδος τους πόδας μου. Επίβλεψον επ΄εμέ και ελέησον με· ότι μονογενής και πτωχός είμι εγώ. Αι θλίψεις της καρδίας μου επληθύνθησαν· εκ των αναγκών μου εξάγαγε με. ΄Ιδε την ταπείνωσιν μου και τον κόπον μου· και άφες πάσας τας αμαρτίας μου. ΄Ιδε τους εχθρούς μου, ότι επληθύνθησαν και μίσος άδικον εμίσησαν με. Φύλαξον την ψυχήν μου και ρύσαι με· μη καταισχυνθείην, ότι ήλπισα επί σε. ΄Ακακοι και ευθείς εκολλώντο μοι, ότι υπέμεινα σε, Κύριε. Λύτρωσαι, ο Θεός, τον Ισραήλ εκ πασών των θλίψεων αυτού.

Ψαλμός ΚΕ΄. 25


Κρίνον με, Κύριε, ότι εγώ εν ακακία μου επορεύθην· και επί τω Κυρίω ελπίζων, ου μη ασθενήσω. Δοκίμασον με, Κύριε και πείρασον με· πύρωσον τους νεφρούς μου και την καρδίαν μου. Ότι το έλεος σου κατέναντι των οφθαλμών μου έστι και ευηρέστησα εν τη αληθεία σου. Ούκ εκάθισα μετά συνεδρίου ματαιότητος και μετά παρανομούντων ου μη εισέλθω. Εμίσησα εκκλησίαν πονηρευομένων και μετά ασεβών ου μη καθίσω. Νίψομαι εν αθώοις τας χείρας μου και κυκλώσω το θυσιαστήριον σου, Κύριε, του ακούσαι με φωνής αινέσεως σου και διηγήσασθαι πάντα τα θαυμάσια σου. Κύριε, ηγάπησα ευπρέπειαν οίκου σου και τόπον σκηνώματος δόξης σου. Μη συναπολέσης μετά ασεβών την ψυχήν μου και μετά ανδρών αιμάτων την ζωήν μου, ών εν χερσίν αι ανομίαι, η δεξιά αυτών επλήσθη δώρων. Εγώ δε εν ακακία μου επορεύθην, λύτρωσαι με, Κύριε και ελέησον με. Ο πους μου έστη εν ευθύτητι· εν εκκλησίαις ευλογήσω σε, Κύριε.

Ψαλμός ΚΣΤ΄. 26


Κύριος φωτισμός μου και σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος υπερασπιστής της ζωής μου, από τίνος δειλιάσω; Εν τω εγγίζειν επ΄εμέ κακούντας, του φαγείν τας σάρκας μου. Οι θλίβοντες με και οι εχθροί μου, αυτοί ησθένησαν και έπεσον. Εάν παρατάξηται επ΄εμέ παρεμβολή, ού φοβηθήσεται η καρδία μου· εάν επαναστή επ΄εμέ πόλεμος, εν ταύτη εγώ ελπίζω. Μίαν ητησάμην παρά Κυρίου, ταύτην ζητήσω· του κατοικείν με εν οίκω Κυρίου, πάσας τας ημέρας της ζωής μου, του θεωρείν με την τερπνότητα Κυρίου και επισκέπτεσθαι τον ναόν τον άγιον αυτού. Ότι έκρυψε με εν σκηνή αυτού εν ημέρα κακών μου, εσκέπασε με εν αποκρύφω της σκηνής αυτού, εν πέτρα ύψωσε με.  Και νυν ιδού ύψωσε την κεφαλήν μου επ΄εχθρούς μου. Εκύκλωσα και έθυσα εν τη σκηνή αυτού θυσίαν αινέσεως και αλαλαγμού· άσω και ψαλώ τω Κυρίω. Εισάκουσον, Κύριε, της φωνής μου, ης εκέκραξα· ελέησον με και εισάκουσον μου. Σοι είπεν η καρδία μου· Κύριον ζητήσω. Εξεζήτησε σε το πρόσωπον μου· το πρόσωπον σου, Κύριε, ζητήσω. Μή αποστρέψης το πρόσωπον σου απ΄εμού και μή εκκλίνης εν οργή από του δούλου σου. Βοηθός μου γενού, μή αποσκορακίσης με και μη εγκαταλίπης με, ο Θεός, ο σωτήρ μου. Ότι ο πατήρ μου και η μήτηρ μου εγκατέλιπον με, ο δε Κύριος προσελάβετο με. Νομοθέτησον με, Κύριε, εν τη οδώ σου και οδήγησον με εν τρίβω ευθεία, ένεκα των εχθρών μου. Μή παραδώς με εις ψυχάς θλιβόντων με, ότι επανέστησαν μοι μάρτυρες άδικοι και εψεύσατο  η αδικία εαυτή. Πιστεύω του ιδείν τα αγαθά Κυρίου εν γη ζώντων. Υπόμεινον τον Κύριον· ανδρίζου και κραταιούσθω η καρδία σου και υπόμεινον τον Κύριον.

Δόξα.... Και νυν.... Αλληλούϊα.

Ψαλμός ΚΖ΄. 27


Προς σε, Κύριε, κεκράξομαι, ο Θεός μου, μη παρασιωπήσης απ΄εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Εισάκουσον, Κύριε, της φωνής της δεήσεως μου, εν τω δέεσθαι με προς σε, εν τω αίρειν με χείρας μου προς ναόν άγιον σου. Μη συνελκύσης με μετά αμαρτωλών και μετά εργαζομένων αδικίαν μη συναπολέσης με, των λαλούντων ειρήνην μετά των πλησίον αυτών, κακά δε εν ταις καρδίαις αυτών. Δός αυτοίς Κύριε κατά τα έργα αυτών και κατά την πονηρίαν των επιτηδευμάτων αυτών· κατά τα έργα των χειρών αυτών, δός αυτοίς, απόδος το ανταπόδομα αυτών αυτοίς. Ότι ου συνήκαν εις τα έργα Κυρίου και εις τα έργα των χειρών αυτού. Καθελείς αυτούς και ου μη οικοδομήσεις αυτούς. Ευλογητός Κύριος, ότι εισήκουσε της φωνής της δεήσεως μου. Κύριος βοηθός μου και υπερασπιστής μου· επ΄αυτώ ήλπισεν η καρδία μου και εβοηθήθην και ανέθαλεν η σαρξ μου· και εκ θελήματος μου εξομολογήσομαι αυτώ. Κύριος κραταίωμα του λαού αυτού και υπερασπιστής των σωτηρίων του χριστού αυτού έστι. Σώσον τον λαόν σου και ευλόγησον την κληρονομιαν σου και ποίμανον αυτούς και έπαρον αυτούς έως του αιώνος.

Ψαλμός ΚΗ΄. 28


Ενέγκατε τω Κυρίω, υιοί Θεού, ενέγκατε τω Κυρίω υιούς κριών, ενέγκατε τω Κυρίω δόξαν και τιμήν. Ενέγκατε τω Κυρίω δόξαν ονόματι αυτούς, προσκυνήσατε τω Κυρίω εν αυλή αγία αυτού. Φωνή Κυρίου εν ισχύι, φωνή Κυρίου εν μεγαλοπρεπεία. Φωνή Κυρίου συντρίβοντος κέδρους και συντρίψει Κύριος τας κέδρους του Λιβάνου. Και λεπτυνεί αυτάς ως τον μόσχον του Λιβάνου και ο ηγαπημένος ως υιός μονοκερώτων. Φωνή Κυρίου διακόπτοντος φλόγα πυρός. Φωνή Κυρίου συσσείοντος έρημον· και συσσείσει Κύριος την έρημον Κάδδης. Φωνή Κυρίου καταρτιζομένη ελάφους και αποκαλύψει δρυμούς και εν τω ναώ αυτού πας τις λέγει δόξαν. Κύριος τον κατακλυσμόν κατοικιεί και καθιείται Κύριος Βασιλεύς εις τον αιώνα. Κύριος ισχύν τω λαώ αυτού δώσει· Κύριος ευλογήσει τον λαόν αυτού εν ειρήνη.

Ψαλμός ΚΘ΄. 29


Υψώσω σε, Κύριε, ότι υπέλαβες με και ούκ εύφρανας τους εχθρούς μου επ΄εμέ. Κύριε ο Θεός μου, εκέκραξα προς σε και ιάσω με. Κύριε, ανήγαγες εξ Άδου την ψυχήν μου, έσωσας με από των καταβαινόντων εις λάκκον. Ψάλατε τω Κυρίω οι όσιοι αυτού και εξομολογείσθε τη μνήμη της αγιωσύνης αυτού. Ότι οργή εν τω θυμώ αυτού και ζωή εν τω θελήματι αυτού· το εσπέρας αυλισθήσεται κλαυθμός και εν τω πρωί αγαλλίασις. Εγώ δε είπα εν τη ευθηνία μου· ου μη σαλευθώ εις τον αιώνα. Κύριε, εν τω θελήματι σου παρέσχου τω κάλλει μου δύναμιν, απέστρεψας δε το πρόσωπον σου και εγενήθην τεταραγμένος Προς σε, Κύριε, κεκράξομαι και προς τον Θεόν μου δεηθήσομαι. Τίς ωφέλεια εν των αίματι μου, εν τω καταβαίνειν με εις διαφθοράν; Μή εξομολογήσεται σοι χους ή αναγγελεί την αλήθειαν σου; 'Ηκουσε Κύριος και ηλέησε με· Κύριος εγεννήθη βοηθός μου. ΄Εστρεψας τον κοπετόν μου εις χαράν εμοί, διέρρηξας τον σάκκον μου και περιέζωσας με ευφροσύνην. Όπως αν ψάλη σοι η δόξα μου και ου μη κατανυγώ· Κύριε ο Θεός μου, εις τον αιώνα εξομολογήσομαι σοι.

Δόξα.... Και νυν.... Αλληλούϊα.

Ψαλμός Λ΄. 30


Επι σοι, Κύριε, ήλπισα μή καταισχυνθείην εις τον αιώνα· εν τη δικαιοσύνη σου ρύσαι με και εξελού με. Κλίνον προς με το ούς σου· τάχυνον του εξελέσθαι με. Γενού μοι εις Θεόν υπερασπιστήν και εις οίκον καταφυγής του σώσαι με. Ότι κραταίωμά μου και καταφυγή μου ει συ και ένεκεν του ονόματος σου οδηγήσεις με και διαθρέψεις με. Εξάξεις με εκ παγίδος ταύτης, ής έκρυψαν μοι, ότι συ εί ο υπερασπιστής μου, Κύριε. Εις χείρας σου παραθήσομαι το πνεύμα μου· ελυτρώσω με, Κύριε, ο Θεός της αληθείας. Εμίσησας τους διαφυλάσσοντας ματαιότητας διακενής· εγώ δε επί τω Κυρίω ήλπισα. Αγαλλιάσομαι και ευφρανθήσομαι επί τω ελέει σου· ότι επείδες επί την ταπείνωσιν μου, έσωσας εκ των αναγκών την ψυχήν μου. Και ού συνέκλεισας με εις χείρας εχθρών, έστησας εν ευρυχώρω τους πόδας μου. Ελέησον με, Κύριε, ότι θλίβομαι· εταράχθη εν θυμώ ο οφθαλμός μου, η ψυχή μου και η γαστήρ μου. Ότι εξέλιπεν εν οδύνη η ζωή μου και τα έτη μου εν στεναγμοίς. Ησθένησεν εν πτωχεία η ισχύς μου και τα οστά μου εταράχθησαν. Παρά πάντας τους εχθρούς μου εγενήθην όνειδος και τοις γείτοσι μου σφόδρα και φόβος τοις γνωστοίς μου. Οι θεωρούντες με έξω έφυγον απ΄ εμού. Επελήσθην ωσεί νεκρός από καρδίας. Εγενήθην ωσεί σκεύος απολωλός. Ότι ήκουσα ψόγον πολλών παροικούντων κυκλόθεν· εν τω επισυναχθήναι αυτούς άμα επ΄εμέ, του λαβείν την ψυχήν μου εβουλεύσαντο. Εγώ δε επί σοι, Κύριε, ήλπισα· είπα· Σύ εί ο Θεός μου· εν ταις χερσί σου οι κλήροι μου. Ρύσαι με εκ χειρός εχθρών μου και εκ των καταδιωκόντων με. Επίφανον το πρόσωπόν σου επί τον δούλον σου, σώσον με εν τω ελέει σου. Κύριε, μη καταισχυνθείην, ότι επεκαλεσάμην σε· αισχυνθείησαν ασεβείς και καταχθείησαν εις άδου. Άλαλα γενηθήτω τα χείλη τα δόλια, τα λαλούντα κατά του δικαίου ανομίαν, εν υπερηφανία και εξουδενώσει. Ως πολύ το πλήθος της χρηστότητος σου, Κύριε, ής έκρυψας τοις φοβουμένοις σε! Εξειργάσω τοις ελπίζουσιν επί σε, εναντίον των υιών των ανθρώπων. Κατακρύψεις αυτούς εν αποκρύφω του προσώπου σου από ταραχής ανθρώπων, σκεπάσεις αυτούς εν σκηνή από αντιλογίας γλωσσών. Ευλογητός Κύριος, ότι εθαυμάστωσε το έλεος αυτού εν πόλει περιοχής. Εγώ δε είπα εν τη εκστάσει μου· απέρριμμαι από προσώπου των οφθαλμών σου· δια τούτο εισήκουσας της φωνής της δεήσεως μου, εν τω κεκραγέναι με προς σε. Αγαπήσατε τον Κύριον, πάντες οι όσιοι αυτού, ότι αληθείας εκζητεί Κύριος και ανταποδίδωσι τοις περισσώς πιούσιν υπερηφανίαν. Ανδρίζεσθε και κραταιούσθω η καρδία υμών, πάντες οι ελπίζοντες επί Κύριον.

Δεν υπάρχουν σχόλια:

Related Posts Plugin for WordPress, Blogger...

<< Αποφθέγματα >>